Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18.46 Dem. 18.49 (English) >>Dem. 18.53

18.48σκοπεῖτε δέ· καὶ γὰρ εἰ παρελήλυθʼ τῶν πραγμάτων καιρός, τοῦ γʼ εἰδέναι τὰ τοιαῦτα καιρὸς ἀεὶ πάρεστι τοῖς εὖ φρονοῦσι. μέχρι τούτου Λασθένης φίλος ὠνομάζετο, ἕως προὔδωκεν Ὄλυνθον· μέχρι τούτου Τιμόλαος, ἕως ἀπώλεσε Θήβας· μέχρι τούτου Εὔδικος καὶ Σῖμος Λαρισαῖος, ἕως Θετταλίαν ὑπὸ Φιλίππῳ ἐποίησαν. εἶτʼ ἐλαυνομένων καὶ ὑβριζομένων καὶ τί κακὸν οὐχὶ πασχόντων πᾶσʼ οἰκουμένη μεστὴ γέγονεν. τί δʼ Ἀρίστρατος ἐν Σικυῶνι, καὶ τί Πέριλλος ἐν Μεγάροις; οὐκ ἀπερριμμένοι; 18.49ἐξ ὧν καὶ σαφέστατʼ ἄν τις ἴδοι ὅτι μάλιστα φυλάττων τὴν αὑτοῦ πατρίδα καὶ πλεῖστʼ ἀντιλέγων τούτοις, οὗτος ὑμῖν, Αἰσχίνη, τοῖς προδιδοῦσι καὶ μισθαρνοῦσιν τὸ ἔχειν ἐφʼ ὅτῳ δωροδοκήσετε περιποιεῖ, καὶ διὰ τοὺς πολλοὺς τουτωνὶ καὶ τοὺς ἀνθισταμένους τοῖς ὑμετέροις βουλήμασιν ὑμεῖς ἐστὲ σῷοι καὶ ἔμμισθοι, ἐπεὶ διά γʼ ὑμᾶς αὐτοὺς πάλαι ἂν ἀπωλώλειτε.

18.50καὶ περὶ μὲν τῶν τότε πραχθέντων ἔχων ἔτι πολλὰ λέγειν, καὶ ταῦθʼ ἡγοῦμαι πλείω τῶν ἱκανῶν εἰρῆσθαι. αἴτιος δʼ οὗτος, ὥσπερ ἑωλοκρασίαν τινά μου τῆς πονηρίας τῆς ἑαυτοῦ καὶ τῶν ἀδικημάτων κατασκεδάσας, ἣν ἀναγκαῖον ἦν πρὸς τοὺς νεωτέρους τῶν πεπραγμένων ἀπολύσασθαι. παρηνώχλησθε δʼ ἴσως οἱ καὶ πρὶν ἔμʼ εἰπεῖν ὁτιοῦν εἰδότες τὴν τούτου τότε μισθαρνίαν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18.46 Dem. 18.49 (English) >>Dem. 18.53

Powered by PhiloLogic